Δευτέρα, 5 Ιουνίου 2017

Προσευχή για τους εχθρούς και τους φίλους
Oratio pro inimicis et amicis

̓
Ανεξίκακε βασιλεῦ καὶ ἀίδιε, ὁ διὰ τὴν ἐκ ξύλου κατάκρισιν ἐπὶ ξύλου ἀρθεὶς, καὶ τοῖς ἀκολουθεῖν σου τοῖς ἴχνεσιν αἱρουμένοις μακροθυμίας σαυτὸν ὑπόδειγμα παρασχόμενος, ὃς ὑπὲρ τῶν σταυρούντων σε θεομάχων ἔντευξιν προσήγαγες τῷ συνανάρχῳ Γεννήτορι αὐτός· φιλάνθρωπε Κύριε, καὶ οἷς δι' ἀπεχθείας ἐσμὲν ἢ ἐπιβουλεύουσιν, ἢ λοιδορουμένοις, ἢ ἐπηρεάζουσιν, ἢ βασκαίνουσιν, ἢ καθ' οἷον δή τινα τρόπον ἐξ ἐπιβουλῆς καὶ ἐπηρείας τοῦ φιλαπεχθήμονος δαίμονος μισοῦσι καὶ ἀποστρεφομένοις, συγχώρησον τὸ τῆς εἰς ἡμᾶς παροινίας πλημμέλημα, μετάβαλε τὰς γνώμας αὐτῶν ἐκ κακοηθείας εἰς ἐπιείκειαν. Ἔμβαλε ταῖς καρδίαις αὐτῶν ἄδολον ἀγάπην καὶ ἀνυπόκριτον· σύνδησον ἡμῖν αὐτοὺς ἐν ἀῤῥήκτοις δεσμοῖς εὐνοίας πνευματικῆς· καὶ τῆς ἀκηράτου σου ζωῆς, οἷς οἶδας λόγοις, κοινωνοὺς ἀποτέλεσον· τοὺς δὲ ἀγαπῶντας ἡμᾶς, ἢ καὶ εἰς τὰς σωματικὰς χρείας διὰ τὸ σὸν διακονοῦντας ἅγιον ὄνομα, ταῖς πλουσίαις σου δωρεαῖς ἀντάμειψαι, καὶ τῆς λήξεως τῶν πιστῶν καὶ φρονίμων οἰκονόμων ἀξίωσον. Καὶ τοῖς τῆς ἀσθενείας ἡμῶν ἐν ἀγαθῇ διαθέσει μεμνημένοις, ἢ καὶ ὑπερευχομένοις, δαψιλῆ τὴν χάριν σου ἐπιβράβευσον· τοῖς ἐντειλαμένοις τῇ ἡμετέρᾳ ταλαιπώρῳ ἀναξιότητι ὑπὲρ αὐτῶν εὔχεσθαι τὰ ὠφέλιμα χάρισαι, καὶ τὰ πρὸς σωτηρίαν αἰτήματα παράσχες, καὶ πλούσια τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμοὺς αὐτοῖς ἐξαπόστειλον. Πάντας, εὔσπλαγχνε, τοὺς ἐπὶ σοὶ πεποιθότας ἐλέησον, πάντας εἰς τὴν θείαν σου ἀγάπην ἕλκυσον. Πρόστηθι πάντων, καὶ ἀντιλάβου, σὺν ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀχρείοις δούλοις σου, καὶ τῆς σῆς βασιλείας κληρονόμους ἀπέργασαι. Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, ὅτι σοῦ ἐστι τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Δημοφιλή

Επιλογή

Προσευχή για τους εχθρούς και τους φίλους <br>Oratio pro inimicis et amicis

̓ Ανεξίκακε βασιλεῦ καὶ ἀίδιε, ὁ διὰ τὴν ἐκ ξύλου κατάκρισιν ἐπὶ ξύλου ἀρθεὶς, καὶ τοῖς ἀκολουθεῖν σου τοῖς ἴχνεσιν αἱρουμένοις μακροθ...